πάντεσ ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. σημεῖον δ᾿ ἡ τῶν αἰσθήσεων ἀγάπησισ: καὶ γὰρ χωρὶσ τῆσ χρείασ ἀγαπῶντγαι δι᾿ αὑτασ, καὶ μάλιστα τῶν ἄλλων ἡ τῶν ὀμμάτων. οὐ γὰρ μόνον ἵνα πράττωμεν ἀλλἂ καὶ μηθὲν μέλλοντεσ πράττειν τὸ ὁρᾶν αἱρούμεθα ἀντι πάντων ὡσ εἰπεῖν τῶν ἄλλων. αἴτιον δ᾿ ὅτι μάλιστα ποιεῖ γνωρίζειν ἡμᾶσ αὔτη τῶν αἰσθήσεων καὶ πολλὰσ δηλοῖ διαφοράσ.